Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.49 Joseph. AJ 11.54 (English) >>Joseph. AJ 11.58

11.52ἐγκαταλείπομεν δὲ καὶ πατέρας καὶ μητέρας καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετʼ αὐτῶν καρτεροῦμεν. οὕτως δʼ ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε· 11.53οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; 11.54καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δʼ αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.” 11.55

Εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγεινἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δʼ ὅμως καὶ αὗται καὶ βασιλεὺς τῆς ἀληθείας ὑπάρχουσιν. εἰ γάρ ἐστιν γῆ μεγίστη καὶ ὑψηλὸς οὐρανὸς καὶ ταχὺς ἥλιος, ταῦτα δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς αὐτὴν τὸ ἄδικον δυνάμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.49 Joseph. AJ 11.54 (English) >>Joseph. AJ 11.58

Powered by PhiloLogic